Αναρτήθηκε από: internationalaffairs1 | 24/12/2017

Ἡ τῶν ΗΑΠ ἐν τῷ Ἰσραῆλ πρεσβεία – 5 Δεκεμβρίου 2017- from Akropolis news (the site of world news in Ancient Greek)

https://i0.wp.com/akropolis-world-news.weebly.com/uploads/1/1/8/5/11853710/published/image_5.jpg

Περὶ τοῦ ἐν τῇ Παλαιστίνῃ προβλήματος καθ’ ἡμέραν ἀγγέλματα ἀκούομέν τε καὶ ἀναγιγνώσκομεν (ὡς ἐπὶ τὸ πολὺ ἀγγέλματα περὶ δυστυχιῶν), καὶ δὴ καὶ χαλεπώτατόν ἐστι συντυχεῖν ἀνθρώπῳ τινὶ ὅστις ἂν ἴσως μηδὲν εἰδῇ περὶ ἄλλων τε πολέμων καὶ ἄλλων διαφορῶν… ἀλλὰ ὅστις ἂν μὴ νομίζῃ πάντα περὶ τοῦ ἐν τῇ Παλαιστίνῃ προβλήματος ὡς ἀκριβέστατα εἰδέναι, πάντες γὰρ οἱ ἐν τῇ οἰκουμένῃ ἄνθρωποι νομίζουσιν αὐτοὶ ἐμπειρότατοι περὶ τούτου τοῦ προβλήματος εἶναι τούτου ῥηθέντος, τόδε ἐστὶ τὸ τελευταῖον ἄγγελμα·

ἡ τῶν ΗΑΠ πρεσβεία ἐν τῇ πόλει Τελ-Ἀβὶβ κεῖται, ὃ οὐδένα ἐτάραττεν, αὕτη γὰρ ἡ πόλις πρωτεύουσα τῆς χώρας ἐστίν· νῦν δὲ ὁ Ἀμερικανὸς πρόεδρος Δ. Τρᾶμπ, συμβουλεύσας τὴν πρεσβείαν εἰς τὰ Ἱεροσόλυμα (τὴν “Ἁγίαν Πόλιν“ καλουμένην) μεταφέρειν, μικροῦ πολιτικοῦ σεισμοῦ παρὰ τοῖς Παλαιστίνοις αἴτιος ἐγένετο· τούτου τοῦ ἀγγέλματος ἀγγελθέντος, οὐ μόνον οἱ Παλαιστίνοι ἀλλὰ καὶ οἱ πλεῖστοι τῶν Μουσουλμάνων ἀρχόντων τούτῳ τῷ συμβουλεύματι ταχέως ἀντέστησαν διότι τοῦτο ποιεῖν τὸ αὐτὸ εἴη ἂν καὶ λέγειν ὅτι τὰ Ἱεροσόλυμα πρωτεύουσα τοῦ Ἰσραῆλ πόλις ἐστίν, ὃ οἱ Παλαιστίνοι δέχεσθαι οὐδαμῶς δύνανται.

τὸ δὲ τῆς πόλεως μέρος “Ἀνατολικὰ Ἱεροσόλυμα“ καλούμενον ταύτης τῆς ἁμίλλης (τῷ ὄντι τῶν πλείστων ἁμιλλῶν) κέντρον τυγχάνει ὄν· κατὰ μὲν τοὺς Πλαιστίνους, δεῖ τοῦτο τὸ τῆς πόλεως μέρος πρωτεύουσαν γενέσθαι τῆς μελλούσης Παλαιστίνης Χώρας, κατὰ δὲ τὸ Ἰσραῆλ τοῦτο τὸ τῆς πόλεως μέρος τοῖς Ἰουδαίοις προσκεῖται. τοῦτο τὸ ἀνατολικὸν μέρος τὸ Ἰσραῆλ πρῶτον μὲν ἐν τῷ καλουμένῳ “Πολέμῳ τῶν Ἓξ Ἡμερῶν“ εἷλεν, τῷ 1967ῳ ἔτει, ἔπειτα δὲ τῷ 1980ῳ ἔτει τῇ χώρᾳ προσέθηκεν.

κατὰ τοὺς Μουσουλμάνους ἄρχοντας, ἐὰν ὁ Δ. Τρᾶμπ τὴν Ἀμερικανὴν πρεσβείαν εἰς τὰ Ἱεροσόλυμα μεταφέρῃ νέα ἰντιφάδα γενήσεται.

source : http://akropolis-world-news.weebly.com/


Σχολιάστε

Συνδεθείτε για να δημοσιεύσετε το σχόλιο σας:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση /  Αλλαγή )

Σύνδεση με %s

Kατηγορίες

Αρέσει σε %d bloggers: